Ancient Greek
485.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 485.2
Unproofread scanNot analysed yet
ἀναπέρην, δι’ ὧν τὸ τῆς τῶν φαινομένων ἀνωμαλίας δύσκολον ἀπηύθυνεν ὁ λόγος, καὶ διὰ πάντων ἀπέδεῖξε τῶν κακῶν ἀναίτιον τὸν θεόν. Εἰ δὲ τις ταῦτα τοῖς προτέροις ἐπισυνάψειεν, εἰς ἐκ πάντων ἀναφανήσεται λόγος, τὴν τῆς ψυχῆς αἰδιότητα βεβαιοῦμενος. Τὸ γὰρ δικαιοσύνην ἀσκεῖν, καὶ γενναίως ἀποθνῄσκειν, καὶ περὶ τὰ χρήματα ἐλευθερίως διαχειρεῖν, τοῦ μὴ συναποθνῄσκειν τῷ σώματι τὴν ψυχὴν μάλιστα χρήζει πρὸς κατασκευὴν, ὡς ἤδη εἴρηται. Τὸ δὲ τὰς δ α ι μ ονίας εὐχαραπρώς φέρειν, καὶ ἵσθαι δύνασθαι, τοῦ μὴ συγγεννᾶσθαι τῷ σώματι τὴν ψυχὴν νῦν φράνει, δεόμενον· ἐκ δὲ ἀμφοτέρων τὸ γενέσεως καὶ θορᾶς χρείτονα εἶναι τὴν ψυχὴν ἀποδείκνυται, καὶ ἑτέραν οὐσίαν παρὰ τὸ θνητὸν σῶμα, αὐτὴν καὶ’ ἑαυτὴν οὖσαν αἰδίον. Οὐ γὰρ οἷόν τ’ ἐστιν ἀπὸ τινος χρόνου προελθόν τι εἰς γένεσιν εἰς ἀεὶ διαμένειν, ὡσπερ οὐδὲ τὸ ἐξ αἰδίου τὴν ὑπόστασιν ἔχον ποτὲ θορᾶν ἀναδέξασθαι. Εἴπερ οὖν μετὰ τὴν τοῦ σώματος θορᾶν ἡ ἀνθρωπίνη ψυχὴ διαμένουσα εἰκῆς καὶ κρίσεως τυγχάνει, καὶ τῶν ἐπιπτευσθέντων ἐν τῷ βίῳ τὰς πρὸς ἀξίαν ἀμοιβὰς ἀποδέχεται, οὐγ οἷόν τ’ ἐς εἰς ἀεὶ διαμένειν τὸ ἀπὸ χρόνου γεγόμενον· ὅλην, ὡς καὶ πρὸ τούτου ἤν τὸν ἀπαντα χρόνον. Καὶ οὕτω τῶν αἰδίων