Ancient Greek
486.4
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 486.4
Unproofread scanNot analysed yet
Ἡ ἀνθρωπίνη προαίρεσις μὴτ’ ἐν ἀρετῇ δεῖ ἐστώσα, μὴτ’ ἐν κακίᾳ, καὶ τοὺς διὰ φωνῆς προϊόντας λόγους ἐπαμφοτερίζοντας ἀπεγνῶναι, ὡς ἑοικότας ταῖς ἐναντίαις αὐτῆς διαθέσεσι. Διὸ τῶν λόγων ἐγένοντο οἱ μὲν ἀληθεῖς, οἱ δὲ ψευδεῖς, οἱ δὲ ἀγαθοί, οἱ δὲ κακοί. Ἡ δὲ διαφορὰ αὕτη ἐπιστημονικῆς δεῖται διακρίσεως, ὅπως τοὺς μὲν ἀμείνους ἐκλεξώμεθα, τοὺς δὲ χειροὺς ἀποβάλωμεν, καὶ μήτε μισολογίαν νοσήσωμεν παντελῆ, διὰ τὴν τῶν χειρόνων λόγων κατάγνωσιν, μήτε ἀδιακρίτως πάντας εἰσδεξώμεθα, διὰ τὴν τῶν ἀμείνων ἀποδοχήν. Ἔπειτα γὰρ τῇ μὲν μισολογίᾳ τὸ καὶ τῶν ἀγαθῶν λόγων ἐκπεσεῖν, τῇ δὲ ἀκρίτῳ φιλογογίᾳ, τὸ λανθάνειν βλαπτομένους ὑπὸ τῶν κεκακοουργημένων λόγων. Φιλολογίαν οὖν ἀσκήσωμεν μετὰ