Ancient Greek
492.5
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 492.5
Unproofread scanNot analysed yet
—ἀλλ’ ἀλαλύκτημαι, χραιδὴν δὲ μοι ἑω. Καὶ τὸ πυρίδες τῶν ὀμμάτων, ὁ πάλαι ὑπὸ τῆς θυμικῆς διαθέσεως ἐξήπτετο, μεταπεσόντων αὐτῶ τῶν πραγμάτων, τοῖς τῶν δακρύων ὀμβροῖς κατέφυγε. Τοιούτος γὰρ πᾶς ἀνόητος βίος, τῆδε κάκεισε τοῖς ἐναντίοις πάθεσι μεταπίπτων, ἐν ἡδοναῖς μὲν ἐστι μισητός, ἐν δὲ λύπαις ἐλεεινός, καὶ θαρρῶν προπετής, καὶ δεδιὼς ταπεινός· καὶ ὅμως τοῦ τῆς εὐβουλίας γενναίου φρονήματος ἀμοιρῶν τῇ τύχῃ συμμεταβάλλει τὴν γνώμην. Ἴνα οὖν μὴ τοιούτων δραμάτων ἀναπιμπλώμεθα, πράσσοντες καὶ λέγοντες ἀνόητα, τῷ ὀρθῷ λογισμῷ διὰ πάντων ἡγεμόνι χρησώμεθα, τὸ Σωκρατικὸν ἐκεῖνο πληρούντες, «ὡς ἐγὼ οὐδενὶ οἷός τε εἰμὶ πειθῆσθαι τῶν ἐμῶν, πλὴν τῷ λόγῳ, ὅς ἂν μοι λογιζομένῳ ὀρθὸς φαίνηται. »Ἡμῶν δὲ ἐστιν, ἀλλὰ οὐγ’ Ἡμέως, πάντα ὅσα πρὸς ὑπηρεσίαν τῇ λογικῇ οὐσία δέδοται, οἷον θυμός, ἐπιθυμία, αἴσθησις, αὐτὸ τὸ σῶμα, τὸ εἰς ὀργάνου χρείαν ταῖς δυνάμεσι ταύταις παρελημμένον· ὧν οὐδενὶ χρή πειθῆσθαι, πλὴν, ὡς