Ancient Greek
493.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 493.2
Unproofread scanNot analysed yet
Πεῖσε δὲ μηδὲν τῶν μὴ ἐπίστασαι, ἀλλὰ διδάσκεο ὅσα χρὴν, καὶ τερπνότατον βίον ὧδε ζᾶιεις. Τὸ μὲν μὴ ἐγχειρεῖν οἷς οὐκ ἴσμεν, ἀναμαρτήτους ἡμᾶς διαφυλάττει μόνον· τὸ δὲ διδάσκεσθαι τὰ πρὸς τὴν ἀρίστην ζωὴν συντείνοντα, πρὸς τῷ ἀναμαρτήτῳ, καὶ τὴν κατόρθωσιν ἐν ταῖς πράξεσιν ἡμῖν παρέχεται.