Ancient Greek
499.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 499.3
Unproofread scanNot analysed yet
Τούτων οὖν ἀπάντων σύνοψιν ἐνταῦθα καὶ μίαν συγκεφαλαιωσιν ὁ λόγος ποιεῖται, ἀπαγορεύων μὲν τῶν βλαβερῶν τὴν παραδοχήν, τῶν δὲ ἐπωφελῶν εἰσχυμενος τὴν ἐνέργειαν· γίνεσθαι δὲ καλῶς τὴν τούτων διάκρισιν ἐν τῷ λογίζεσθαι πρὸ ἔργου τί πρακτέον καὶ τί μὴ πρακτέον. Ὁ γὰρ τῆς εὐβουλίας καιρὸς ἐν τῷ ἀπρολήπτῳ τῶν πράξεων παραγίνεται. Κἂνταῦθα δὲ πάλιν τοῦ αὐ σὲ μὴ βλάψει οὕτως ἀκούσμεθω, ὡς καὶ τοῦ, ἄ σε μὴ μετέπειτ’ ἀνίησει· τὸ σὲ κατὰ τοῦ ὄντως ἀνθρώπου καὶ τῆς λογικῆς οὐσίας τάττοντες, καὶ κατὰ τοῦ φιλοσοφεῖν προσηρμένου, καὶ τὴν πρὸς Θεὸν ὁμοίωσιν κτήσασθαι σπεύδοντος. Τοῦτον δὲ βλάπτει πᾶν τὸ παρὰ τὸν ὁρθὸν λόγον, πᾶν τὸ παρὰ τὸν Θεὸν νόμον, πᾶν τὸ τὴν πρὸς Θεὸν ὁμοίωσιν ἐμποδίζον. Πέρυκς δὲ τὰ τοιαῦτα ἡμῖν ἐπιτιθέσθαι ἐν τῇ κοινωνίᾳ τῶν συζώντων, καὶ τῇ διοικήσει τοῦ τε συνεζευγμένου σώματος, καὶ τῶν πρὸς βιοῦν εὐεργενων τὴν τοῦτου· ἄ δὴ χρήματα καλεῖν ἔθος, ὡς πρὸς τὴν χρείαν ἐκχειμένα. Διευλαδεῖσθαι οὖν χρήναι φησιν ὁ λόγος τὸν ἐρωτικὸν τῶν Θεῶν ἀγαθῶν, μήποτε ἀναπεισθῆ πρᾶξαι τι ὅ μὴ βέλτερον αὐτῷ, καὶ ὅπως μὴ χαρίσηται τῷ σώματι, ἐξ ὧν αὐτὸς ἀνιάσεται, μηδὲ