Ancient Greek
500.4
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 500.4
Unproofread scanNot analysed yet
Ἐνταῦθα γεγόμενος τοῦ λόγου, τῶν ὅλων παραγγελμάτων ἀθροισὸν μοι τὴν γνώμην, ἵνα τὸ εἶδος τῆς ψυχῆς δικαστήριον πρὸς ταῦτα, ὡς πρὸς θείους νόμους, ἀποβλέπον, ποιῇ τῶν εὖ ἢ κακῶς πεπραγμένων τὴν ἐπίκρισιν. Πόθεν γὰρ ὁ ἐπιλογισμὸς ἔξει δεῖλὰ μὲν εἰργασμένους ἡμᾶς ἐπικώπτειν, χρηστὰ δὲ πράξαντας ἐπαινεῖν, εἰ μὴ ὁ προλογισμὸς νόμους τινὰς λάβοι, καθ’ οὓς προσῆκει τὴν ζωὴν συντάττειν, καὶ πρὸς τούτους τὸ τῆς συνειδήσεως ταμείον, ὡς πρὸς τινα σκοπὸν, ἀπευθύνει τὸν ὅλον ἡμῶν βίον; Ὀσημέραι δὲ ποιεῖσθαι τὴν τοιαύτην κρίσιν εἰσηγεῖται, ἵνα τῷ συνεχῇ τῆς μνήμης τὸ τῆς κρίσεως ἀπλανὲς διασώζηται· πρὸς ἑσπέραν δέ, καὶ εἰς ὕπνον τρεπομένων, ὅπως ἂν εἰς τὸ πέρας τῶν μεθημεριδῶν πράξεων τὸ τῆς συν-