Ancient Greek
505.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 505.2
Unproofread scanNot analysed yet
δυάδι, ἀπὸ τινος γὰρ ἐπὶ τι· καὶ τριάδι προσθῆκει ἡ ἐπιφάνεια, στοιχειωδέστατον γὰρ τῶν εὐθυγράμμων τὸ τρίγωνον. Τὸ στερεὸν δὲ οἰκεῖον τῇ τετράδι. Ἡ γὰρ πρώτη πυραμὶς ἐν τῇ τετράδι θεωρεῖται· τριγώνου μὲν βάσεως ὑποθεῖσης, τοῦ τρία· κορυφὴς δὲ αὐτῇ ἐπιτεθεῖσης, τοῦ ἑνός. Καὶ κριτικαὶ δὲ δυνάμεις ἐν τοῖς οὖσι τέσσαρες, νοῦς, ἐπιστήμη, δόξα καὶ αἴσθησις. Κρίνεται γὰρ πάντα τὰ ὄντα ἢ νοῦ, ἢ ἐπιστήμη, ἢ δόξη, ἢ αἰσθήσει. Καὶ ἀπλῶς, τὰ ὄντα πάντα ἢ τετρὰς ἀνεδέξατο, στοιχεῖον ἀριθμῶν, ὧρων τοῦ ἑτοῦς, ἡλικιῶν, συνοικισμῶν. Καὶ οὐκ ἔστιν εἰπεῖν, δ μὴ τῆς τετραχτούς, ὡς ῥίζης καὶ ἀρχῆς, ἥρτηται. Ἔστι γὰρ, ὡς ἔφαμεν, δημιουργὸς τῶν ὅλων καὶ αἰτία ἡ τετράς, Θεὸς νοητός, αἴτιος τοῦ οὐρανοῦ καὶ αἰσθητοῦ Θεοῦ. Παραδόδοται δὲ ἡ τοῦτο γνῶσις τοῖς Πυθαγορείοις δι’ αὐτοῦ τοῦ Πυθαγόρου, ὃν καὶ νῦν ἐπόμυνται οἱ τῶν Ἑσπῶν τούτων συγγραφεῖς, ὅτι τῆς ἀρετῆς ἡ τελείωσις πρὸς τὴν τῆς ἀληθείας ἐλλαμὴν ἡμᾶς ἀνάζει. Ὥστε καὶ κατὰ τοῦτο εἴποι ἄν τις ἰδία μὲν τηρεῖσθαι τὸ Σέβου ὄρχον ἐπὶ τῶν ἀεί ὡσαύτως ἐχόντων ὧν· ἰδία δὲ νῦν ὁμνυσθαι κατὰ τοῦ παραδόντος ἡμῖν τὴν τετραχτύν διδασκάλου, δς οὐχ ἧ τῶν ἀθανάτων Θεῶν, οὐδὲ τῶν φύσει ἡρώων, ἀλλ’ ἄνθρωπος ὁμοιώσει Θεοῦ κοσμηθεὶς, καὶ πρὸς τοὺς ἀπ’ ἐαυτοῦ ὀείαν ἀποσώζων εἰκόνα. Ὦθεν καὶ ἔντροχον αὐτὸν ἐπὶ τῶν οὕτω μεγάλων ποιεῖται, λεληθότως ἐπεμβαλλόν τὸ περὶ Πυθαγόραν τῶν ἀρχαίων σέβας, καὶ τὴν ἀξίαν αὐτοῦ δεινῶς δι’ ὧν παραδέδοκε μαθημάτων.