Ancient Greek
506.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 506.3
Unproofread scanNot analysed yet
———ἀλλ’ ἔρχευ ἐπ’ ἔργον, θεοίσιν ἐπευξάμενος τελῆσαι. ———Πάντα τὰ πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν συντελοῦντα διὰ βραχέων ὑπέγραψεν ὁ λόγος, τὸ τῆς ψυχῆς αὐτο-κίνητον καὶ τὴν τοῦ θεοῦ συνεργείαν. Εἰ γὰρ καὶ ἐφ’ ἡμῖν ἡ αἴρεσις τῶν καλῶν, ἀλλὰ καὶ αὐτὸ τὸ ἐφ’ ἡμῖν θεοῦν ἔχοντες, τῆς παρ’ ἐκείνου συνεργείας καὶ τελειώσεως τῶν αἱρεθέντων πάντως πού χρῶμεν. Ἔοικε γὰρ τὸ μὲν παρ’ ἡμῶν σπουδαζόμενον ἐκτεινο-μένην χειρὶ πρὸς λῆψιν τῶν καλῶν, τὸ δὲ παρὰ θεοῦ συντελούμενον χορηγία εἶναι καὶ πηγὴ τῆς δώσεως τῶν