Ancient Greek
509.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 509.2
Unproofread scanNot analysed yet
θεσμὸς ὥρισεν ἕκαστα. Ἐκ δὲ τούτων τῶν δύο γνώσεων, τῆς τε περὶ τὴν ἀσώματον ποίησιν τοῦ θεοῦ, καὶ τῆς περὶ τὴν σωματικὴν, καλλίστον ἐπανθεῦ πόρισμα, τὸ μὴ τε ἀελπτ' ἐλπίζειν, μήτε τι λήθειν. Ἐκ γὰρ τοῦ λανθάνειν ἡμᾶς τὴν οὐσίαν τῶν πραγμάτων ἀπογίνεται καὶ τὸ ἀελπτ' ἐλπίζειν, καὶ τὸ ἀδύνατα περινοεῖν. Οἷον, εἰ τις ἀνθρώπος ὢν τῶν ἀνωτάτων θεῶν ἐλπίζει γενέσθαι, ἢ τῶν ἀγυῶν ἡρώων, οὗτος οὐκ οἶδε τοὺς ὅρους τῆς φύσεως, οὔτε τῶν ὄντων πρῶτα καὶ μέσα καὶ ἔσχατα διεστεῖλατο. Καὶ πάλιν, εἰ τις τὴν ἐκ τοῦ ψυχὴν συναποληφῆναι οἴεται τῷ ὀνητῷ σώματι, ἀγνοεῖ τὴν προσούσης ἀληνασίας τῇ ἡμετέρᾳ ψυχῇ, προσδοκᾶ δὲ μὴ δεῖ, μηδὲ οἷά τε γενέσθαι. Ὁμοίως δὲ καὶ ὁ θηρίου μεταμοιᾶσασθαι σῶμα ἐλπίζων, καὶ ζῴων ἀλόγον γενέσθαι διὰ κακίαν, ἢ καὶ φυτὸν δι' ἀργίαν αἰσθήσεως, καὶ οὗτος ἀντιστρόφως τοῖς εἰς τὰ ἄνω γένη μεταβάλλουσι τὴν τοῦ ἀνθρώπου οὐσίαν πρὸς τὰ κάτω αὐτὴν συνωθεῖ, πεπλαγμένος καὶ μὴ νοῶν τὸ ἀμετάβλητον τοῦ κατ' οὐσίαν ὑπάρχοντος εἴδους τῇ ἀνθρωπίνῃ ψυχῇ. Ἀεὶ γὰρ μένουσα ἄνθρωπος, τῇ τῆς ἀρετῆς καὶ κακίας ἀνὰ μέρος κινεῖ, ὀηρίον λέγεται ἢ θεὸς γίνεται· φύσει