Ancient Greek
512.9
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 512.9
Unproofread scanNot analysed yet
θῶν ἀμειρούμενοι, καὶ διὰ τοῦτο πάντη ἀχρεῖοι. Ὁς καὶ μὴ ἔχοντες ὅ, τι χρήσονται ἑαυτοῖς, διὰ τὸ πάσχει βίμῳ φέρεσθαι. Τούτων δὲ λύσις μία ἡ πρὸς Θεὸν ἐπιστροφή, ἣν ἐξευρίσκουσιν οἱ τὸ ὄμμα τῆς ψυχῆς καὶ τὸν νοῦν πρὸς τὴν τῶν ἀγαθῶν ἀναλήμιν ἐπερριψαντες, καὶ τὸ παρεπόμενον τῇ οὐσίᾳ ἡμῶν κακὸν τῇ ἀναγωγικῇ δυνάμει θεραπεύοντες. Ἡν δὲ συμφυὲς ἄμα καὶ ἐπίκτητον ἡμῖν κακὸν ἢ τοῦ αὐτεξουσίου παρὰ φύσιν κίνησις, καθ’ ἣν ἐρίζειν τε καὶ ἐναντιοῦσθαι τοῖς ἰσίοις νόμοις πειρώμεθα, οὐδὲ ἐπαισθανόμενον ὅσον ἐκ τούτων βλάπτομεν διὰ τοῦ δοκεῖν ἀντιτείνειν Θεῷ· ἀλλὰ μόνον τοῦτο τυφλῶς ὁρῶντες, ὅτι ἐδυνήθημεν ἀφηνιάσαι τῶν ἐκείνου Θεσμῶν. Καὶ τοῦτο ἤν τὸ πολλῷ τῇ αὐτεξουσίῳ χρησασθαι καὶ ἀμέτρῳ, τὸ τολμᾶν ἀφίστασθαι Θεοῦ, καὶ τὴν λυγρὰν ἕριν πρὸς αὐτὸν ἀναδείξεσθαι, καθ’ ἣν ἐρίζομεν πρῶτον τινὰ καὶ φιλονεικοῦμεν, ἐκείνου λέγοντος, Μὴ ποιήσης τοῦδε, τοῦτο αὐτὸ μάλιστα ποιεῖν ἐθέλειν· καὶ πάλιν αὐ, εἰ ἐκεῖνος λέγοι, Ποίησον τοῦδε, αὐτὸ τοῦτο μὴ ποιεῖν· ἵνα ἐκπατρώσιν τῆς ἀλλοιότητος ἐκ τούτου πληρώσωσιν οἱ τὸν Θεῖον νόμον ἐκβαίνοντες, τῷ τε μὴ ποιεῖν τὰ προστεταγμένα, καὶ τῷ ποιεῖν τὰ ἀπηγορευμένα. Τί οὖν πρὸς τὴν λυγρὰν ταύτην ἕριν, τὴν συνοπαδοῦν ἄμα καὶ σύμπυρτον λεγομένην, ἐξευρίσκομεν, τὴν ἐκ τοῦ ἐφ’ ἡμῖν παρὰ φύσιν διατελέντος ἐγερθεῖνην, καὶ διὰ τοῦτο, ὡς οἰκεῖον κακόν, λεληθότως βλάπτειν πεφυκυίαν; Τί πρὸς ταύτην ἀντιτιθέναι δεῖ;