Ancient Greek
516.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 516.2
Unproofread scanNot analysed yet
ἐπιστραφήναι δεῖ τὸν πρὸς εὐζωίαν ἐπειγόμενον. Ἔστι γὰρ ὁ θεὸς δημιουργὸς μὲν πάντων, τῶν δὲ ἀγαθῶν καὶ πατήρ. Ὁ γοῦν τὴν λύσιν τῶν κακῶν συνιείς, καὶ τῶν αὐθιρέτων πημάτων ἐλευθερούμενος, καὶ τὴν λυγρὰν ἐριν περικόπτων τῇ ἐκουσίῳ ψυχῇ, οὕτως πρὸς τὴν ἐκ τοῦ θεοῦ καθήκουσαν αἰτίαν βοηθεῖσαν ἐπιστρέφόμενος, ἀναβοᾷ τὸ Ζεῦ πάτερ ρ, τῷ ἤδη προειργάσθαι τὰ παιδὸς ἄξιον τοῦ θεοῦ πατέρα καλεῖν· καὶ ἐννοεῖ, τὸ ἐμ’ ἑαυτοῦ συμβαῖνον ὡς εἰ γένοιτο ἐπὶ πάντων, πάντες ὁμοίως ἂν αὐτῷ κακῶν ἀπολυθεῖεν. Εἰδ’ εὕρων τοῦτο μὴ προβαῖνον, οὐ διὰ τὸν θεόν, ἀλλὰ διὰ τοὺς πλείστους αὐθίρετα πημάτων ἔχοντας, λέγει πρὸς ἑαυτόν, ἀλλὰ σὺ θάρσει ὡς τὴν ὁδὸν ἐξευρηκὼς τῆς ἀπολύσεως τῶν κακῶν. Αὕτη δὲ ἢν ἡ διὰ τῆς ἱερᾶς φιλοσοφίας ἐπιστροφὴ πρὸς τὰ δεῖχνύμενα ὑπὸ τοῦ θεοῦ, ἀ οἱ πολλοὶ οὐχ ὁρῶσι, διὰ τὸ μὴ ὀρθῶς χρῆσθαι ταῖς κοιναῖς ἐννοίαις, ἃς προσέφυσε ν ὁ δημιουργὸς τῷ λογικῷ γένει πρὸς ἐπίγνωσιν ἑαυτοῦ. Ἐπεὶ οὖν τὸ δεῖξαι τινὶ δις τῶν δύο προσώπων ἐνεργείας εἰς ταύτων συνδραμούσας ἐμφαίνει· (πῶς γὰρ ἂν δεῖξαις τυφλῷ, κἂν μυριάκις