Ancient Greek
518.9
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 518.9
Unproofread scanNot analysed yet
ἀσώματος οὐσία, τὸ δὲ κάτω, σωματικὴ· καὶ ἐστιν ζωήν, καὶ τὴν ἁρμονίαν αὐτοῦ συνῆγον. Ζωὴ γὰρ τίς ἐστι τὸ ζῷον σῶμα, καὶ ζωῆς ἐνύλον γεννητικόν, δι’ ἣς τὸ θνητὸν ἡμῶν ζῷον συμπληροῦται, ἐκ τῆς ἀλόγου ζωῆς καὶ τοῦ ὑλικοῦ σώματος συγκειμένου, εἴδωλον δὲ τοῦ ἀνθρώπου, δι’ ἐκ λογικῆς οὐσίας καὶ σώματος ἀυλου συνστάμενον. Ἐπεὶ οὖν ἡμᾶς ὁ ἀνθρωπος, ἀνθρώπου δὲ ταῦτα· προσῆκει διὰ πάντων μὲν καθ’ ἁρμονίαν καὶ τελειωθῆναι, τὸν δὲ ἐπιβάλλοντα τρόπον ἐφ’ ἑκάστης φύσεως τηρῆσαι. Ἔστι γὰρ ἄλλη ἄλλου καθ’ ἁρμονίαν. Οἷον, ψυχῆς λογικῆς, κατὰ μὲν τὸ λογικόν, καθ’ ἁρμονίαν ἐπιστημονικῆς ἀληθείας κατὰ δὲ τὸ δοξαστικόν, ἢ βουλευτικῆς ἀρετῆς. Θεωρεῖν γὰρ τὰ ἄνω περιέχεται, καὶ τάττειν τὰ κάτω, ἀληθείας μὲν πρὸς ἐκείνην, πολιτικῆς δὲ ἀρετῆς πρὸς ταῦτα δεησώμεθα, ὅπως ἂν τῶν μὲν αἰδίων θεωρητικοὶ γινώμεθα, τῶν δὲ ἐνδεχομένων πρακτικοί. Κατ’ ἀμφοτέρων δὲ τοῖς ὁείοις ὁροῖς ἐμμένοντες τὸν τῆς ἀλογίας ἂν ἀπορρύγοιμεν κλύδωνα. Ἀπὸ ταύτης γὰρ δεῖ καθ’ ἁρμονίαν τὴν λογικὴν ἡμῶν οὐσίαν, ἐπειδὴ καὶ ταύτῃ προσῆκον ἐν τῇ εἰς γένεσιν νεύσει. Ἄλλως δὲ καὶ τῷ αὐγοειδεῖ ἡμῶν σώματι προσέρω σῶμα θνητὸν ὁμοῦ καθαρεῦσαι δεῖ καὶ τοῦτου, καὶ τῆς πρὸς αὐτὸ συμπλαθείας ἀπαλλαγῆναι. Λείπεται δὴ, οὖν ἢ τοῦ ψυχικοῦ σώματος