Ancient Greek
522.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 522.2
Unproofread scanNot analysed yet
γειρὸς καὶ ποδὸς ἀξίων ἐγόντων· πρὸς ἄλληλα δὲ πάντων συντεταγμένων, ὡς ἀτελεῖς εἶναι ὁτιοῦν τούτων καὶ ἔγγυς μάταιον, μὴ τῆς τῶν λοιπῶν συνεργείας τυγχάνον. Διὸ εἰς μίαν ἕνωσιν συνελθεῖν δεῖ τὴν τῆς ἀληθείας εὐρετικὴν ἐπιστήμην, καὶ τὴν ἀρετῆς προβολητικὴν δύναμιν, καὶ τὴν καθαρότητος ἀπεργαστικὴν, ἵνα σύμφωνον τῷ ἡγομένῳ τῷ τὸ πολιτικὸν ἔργον ἀποτελεῖν, καὶ τοῦτοὺς ἀμφοτέρους ὁμολογουμένως τὸ ἱερὸν ἔργον ἀποφαίνεσθαι. Τοῦτο τῆς Πυθαγορικῆς ἀγωγῆς τὸ πέρας, ὅλους δ' ὅλων ὑποπέρους γενέσθαι πρὸς τὴν τῶν θεῶν ἀγαθῶν μετάληψιν, ἵν' ὅταν ὁ τοῦ θανάτου πατὴρ ἐνστή, καταλιπόντες ἐπὶ γῆς τὸ θνητὸν σῶμα, καὶ τὴν τοῦτο φύσιν ἀποθυσάμενοι, πρὸς τὴν οὐρανίαν πορείαν ὡς εὐχωνοὶ οἱ τῶν φιλοσοφίας ἀγῶνων ἀθληταὶ· τότε γὰρ καὶ τὴν ἀρχαίαν αὐτοῖς ἀποδίδοσθαι στάσιν, καὶ θεοποιεῖσθαι, ὅσον οἷόν τε ἀνθρώποις θεοὺς γενέσθαι, μυχὺν δὲ λόγος διὰ τῶν ἐξῆς.