Ancient Greek
523.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 523.1
Unproofread scanNot analysed yet
ιερατικῆς καὶ τελεστικῆς τέχνης τὸ μέγιστον ἔργον, οἰκειῶσαι μὲν καὶ ἀναγαγεῖν πρὸς τὰ ὄντως καλά, ἀπολύσαι δὲ τῶν τῆδε πόνων, ὡς ἐκ τινος καταγείου σπηλαίου τῆς ἐνύλου ζωῆς, καὶ ἀναγαγεῖν πρὸς τὰς αἰθερίους αὐγὰς, καὶ ταῖς μακάρων ἐνιδρύσαι νήσοις, τούς διὰ τῶν προειρημένων δεδύσοντας. Τούτοις γὰρ καὶ τὸ τῆς ἀπολύσεως ἀπόκειται γέρας· ἐπειδὴ εἰς θεῶν γένος οὐ θεμὶς ἀρπανεῖσθαι ἄλλο, ἢ τῷ κτησαμένῳ ἀληθεῖαν μὲν καὶ ἀρετὴν ἐν ψυχῇ, καθαρότητα δὲ ἐν τῷ πνευματικῷ αὐτῆς ὀχήματι. Οὕτω γὰρ ὁντὴς τε καὶ ὁλόκληρος γεγόνεος εἰς τὸ τῆς ἀρχαίας ἐξεως εἴδος ἀποκαθίσταται, διὰ τῆς πρὸς τὸν ὀρθὸν λόγον ἐνώσεως ἀπολαβὼν ἑαυτόν, καὶ πάντα τὸν θεῖον κόσμον ἀναγνωρίσας, καὶ τὸν δημιουργὸν τοῦδε τοῦ παντός, κατὰ τὸ δυνατόν ἀνθρώπων, ἐξευρών. Τοῦτο δὲ γεγόνεος ὡς οἷόν τε μετὰ τὴν κάθαρσιν, δ δεῖ εἰσὶν οἱ μὴ εἰς γένεσιν πίπτειν περιεχότες, ταῖς μὲν γυνάσεσιν ἐνοῦσται τῷ παντὶ, καὶ πρὸς αὐτὸν ἀνάγεται τὸν θεόν· σῶμα δὲ συμφυὲς ἔχων, τόπου δεῖται εἰς κατάταξιν ἀστρειοῦ, οἷον θεῖν ζην. Πρέπει δ' ἄν τῷ τοιούτῳ σώματι τόπος δ ὑπὸ σελήνην προσεχὼς, ὡς ὑπερέχων μὲν τῶν φθαρτῶν σωμάτων, ὑποδεξὴς δὲ τῶν οὐρανίων, ὅν αἰθέρα ἐλεύθερον οἱ Πυθαγόρειοι καλοῦσιν· αἰθέρα μὲν, ὡς ἄυλον καὶ ἀτὸν σῶμα· ἐλεύθερον δέ, ὡς ὀλικῶν παθημάτων καθα-