Ancient Greek
524.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 524.1
Unproofread scanNot analysed yet
ὡσαύτως δὲ τοῖς μονίμοις αἰθερίοις· οὔτε δὲ ἀεὶ ,οὔτε ὡσαύτως ,τοῖς μεταπίπτουσιν αἰθερίοις καὶ ἐπὶ γῆς πολιτευθεῖσαι περιχοῦσι . Τὴν δὲ πρώτην καὶ ἀρίστην ὁμοίωσιν πρὸς θεὸν εἰ τὴς τῆς δευτέρας καὶ τρίτης ἀπεικασίας παράδειγμα ποιούτω ,ἢ τὴν δευτέραν τῆς τρίτης ,λέγω ἂν ὀρθῶς . Οὐ γὰρ μόνον σκοπὸς ὁμοιωθῆναι τῷ δημιουργῷ θεῷ ,ἀλλὰ καὶ ὡς πρὸς κανόνα ,τὴν ἀρίστην ἢ τὴν μέσην ὁμοίωσιν . Εἰ δὲ ἀπολειπόμενοι τούτων ,τυγχάνομεν οἷας δυνάμεθα τυγεῖν ,αὐτὸ τοῦτο τὸ κατὰ φύσιν ἔχομεν ,καὶ τὸ τέλειον τῆς ἀρετῆς ἐν τούτῳ χαρποῦμεθα ,ἐν τῷ τὸ μέτρον τῆς οὐσίας ἡμῶν μήτε ἀγνοεῖν ,μήτε δυσχεραίνειν . Ἀκρατάτη δὲ ἀρετὴ τοῖς τε τῆς δημιουργίας ὁροῖς ἐμμένειν ,οἷς πάντα κατ ’εἶδος διακέκριται ,καὶ τοῖς τῆς προνοίας ἐπεσθαι νόμοις ,δι ’οὓς τὰ πάντα ,κατὰ τὴν οἰκείαν δύναμιν ,πρὸς τὸ σύμμετρον ἀγαθὸν οἰκείουται . Τοιαύτη τῶν Χρυσῶν Ἐπῶν ἡ ἐξήγησις ἡμῖν γεγονε ,περιέχουσα ἐν αὐτῇ Πυθαγορείων δογμάτων μετρίαν σύνοψιν . Ἔδει γὰρ μήτε ἐν τῇ τῶν ἐπῶν βραχύτητι στήσαι τὸν λόγον ,(οὕτω γὰρ ἂν πολλὰ διέλαθεν ὅτι καλῶς νομοθεῖται ,)μήτε εἰς μήκος ἀποτείνει τῆς ὅλης φιλοσοφίας αὐτόν ,(μείζων γὰρ τοῦτο ἢ κατὰ τὸν παρόντα λόγον ,)ἀλλὰ τὸ μέτρον τῶν λόγων ,ὅσον οὖν τε ,πρὸς τὸν τούτων ποιήσασθαι νοῦν ,τοσούτον μόνον ἐν αὐτοῖς ἐξηγλώσσαντας ,ὡς ἐκ τῶν καθόλου δογμάτων τῇ τῶν ἐπῶν ἐξηγήσει προσηρμοστεν . Ἔστι γὰρ οὐδὲν ἄλλο τὰ ἔπη ταῦτα ,ἢ τελειότατος χαρακτὴρ φιλοσοφίας ,καὶ τῶν κεφαλαιωδεστέρων αὐτῆς δογμάτων ἐπιτομή ,καὶ ὑπὸ τῶν ἤδη τὴν θεῖαν οἶμον ἀναβεβηκότων ὑπογραφεῖσα τοῖς μετ ’αὐτοὺς παιδευτικῇ στοιχειώσει· ἀ ὅλ καὶ τῷ ὄντι εἴποι τις ἂν τῆς ἀνθρωπίνης εὐγενείας εἶναι γνῶρισμα κάλλιστον ,καὶ οὐχ ἑνὸς τινὸς τῶν Πυθαγορείων ἀπομνημόνευμα ,ὅλου δὲ τοῦ ἱεροῦ συλλόγου ,καὶ ὡς ἂν αὐτοὶ εἴποιεν ,τοῦ διατὸν παντὸς ἀπόσθεγμα κοινόν . Διὸ καὶ νόμος ἦν ἐωθὲν τε ἀνισταμένους αὐτοὺς ἀκροᾶσθαι τούτων τῶν ἐπῶν ,ὡσπερ τινῶν Πυθαγορικῶν θεσμιῶν ,ἐνὸς τινὸς ὑπανεγινώσκοντος ,καὶ πρὸς ἐσπέραν εἰς ὕπνον μέλλοντος τρέπεσθαι ὅπως ἂν τῇ συνεχείᾳ τῆς μελέτῆς τῶν τοιούτων λόγων ζῶντα ἐν αὐτοῖς ἀποφύνοι τὰ δόγματα . Ὃ δὴ καὶ ἡμᾶς ποιεῖν δίκαιον ,πρὸς τὸ συναισθῆναι τῆς ἀπ ’αὐτῶν ὠφελείας ὅφ ’γοῦν ποτε κτῆσασθαι .