Ancient Greek
573.1.1 to 573.1.17
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 573.1.1-17
Unproofread scanNot analysed yet
μᾶθαι, καθ' ἕκαστον δὲ τῷ καὶ τὰ κατὰ μέρος ποττὰν αὐτῶν ἀρμονίαν τε καὶ ἀγμονίαν συναρμόζεσθαι. "Ετι δ' ἐν τῷ πολεῖν εὖ καὶ εὐεργετεῖν τοὺς ὑποτεταγμένοις ὁ βασιλεὺς ἐντι· ταῦτα δ' οὐκ ἄνευ δικαιοσύνης καὶ νόμου. Τὸ γε μὴν τρίτον, λέγω δὲ τὸ θεραπεύειν τοὺς θεούς, βασιλείως ἀντάξιον. Δεῖ γὰρ τὸ ἄριστον ὑπὸ τοῦ ἀρίστου τιμᾶσθαι, καὶ τὸ ἀγμονεόν ὑπὸ τοῦ ἀγμονεόντος. Τῶν μὲν ὧν φύσει τιμιωτάτων ἀριστον δ' ὁσός, τῶν δὲ περὶ γῆν καὶ τοὺς ἀνθρώπους ὁ βασιλεὺς. "Ἔχει δὲ καὶ ὡς θεὸς ποτὶ κόσμον βασιλεὺς ποτὶ πόλιν, καὶ ὡς πόλις ποτὶ κόσμον βασιλεὺς ποτὶ θεόν. "Α μὲν γὰρ πόλις ἐκ πολλῶν καὶ διαφερόντων συναρμοδεῖσα κόσμος σύνταξις καὶ ἀρμονίαν μεμιμηται, ὁ δὲ βασιλεὺς ἀρχῶν ἔχων ἀνυπεύθουν, καὶ αὐτὸς ὧν νόμος ἐμψυχος, θεὸς ἐν ἀνθρώποις παρεσχημάτιται. "Ὅθεν δεῖ τὸν βασιλέα μὴ νενικῆσθαι ὑπ' ἀδονᾶς ἀλλ' αὐτὸν νικῆν ταύτας, μηδ' ὁμοιον ἡμεν τοὺς πολλοὺς ἀλλὰ ἐπὶ πολλῶν διαφέρωντα τούτων, μηδ' ἔργον ἀγείσθαι τὰν ἀδονᾶν ἀλλὰ μᾶλλον τὰν ἀνδραγαθίαν· ἄμα δὲ καὶ πρῆπον τὸν ἐξέρων ἄρχεν χρήζοντα τῶν αὐταύτων παιδῶν πρῶτον δύνασθαι ἄρχεν. Περί γε μὴν τὰς πλεονεξίας ὧδε λόγος· δεῖ γὰρ ἐς τοῦτο πεπᾶσθαι τὰ χρήματα ὥστε φίλους εὐεργετεῖν καὶ δεομένους ὑπολαμβάνεν καὶ ἐγθρὸς δὲ μετὰ δίκας ἀμύνεσθαι· ἀδίστα γὰρ ἄ μετ' ἀρετᾶς ἀπόλαυσις τὰς εὐτυχίας. "Ὁ δ' αὐτὸς τρόπος καὶ ἐπὶ τὰς ὑπεροχὰς· δεῖ γὰρ καθυπερέχεν τοὺς ἄλλους ἀρετῇ καὶ καταυτᾶν ἀξιον κρῖνεσθαι τῷ ἄρχεν, ἀλλὰ μὴ καττὸν πλοῦτον ἢ τὰν δύναμιν ἢ τὰν βόμωαν τῶν τῶν ὁπλῶν· ὁ μὲν γὰρ τι κοινόν ἐστι καὶ τῶν τυγόντων, ὁ δὲ κοινόν καὶ τῶν ἀλόγων ζώων, ὁ δὲ κοινόν καὶ τῶν τυράννων, ὁ δὲ μόνον τῶν τῶν ἀγαθῶν ἀνθρώπων. "Ὥστε ὅστις βασιλεὺς σφύρων μὲν ἐντι περὶ τὰς ἀδονὰς, κοινωνετικὸς δὲ περὶ τὰ χρήματα, πρῶνιμος δὲ καὶ δεινὸς περὶ τὰν ἀρετὰν, οὗτος κ' εἴη καττὰν ἀλήθην βασιλεὺς.