Ancient Greek
576.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 576.2
Unproofread scanNot analysed yet
5. Χρὴ τὸν βασιλέα σοφὸν ἔμεν· οὕτω γὰρ ἐσεῖται ἀντίτιμος καὶ ἰσαλὼς τῷ πρώτῳ θεῷ. Οὕτω γὰρ καὶ φύσι ἐντὶ καὶ πρᾶτος βασιλεύς τε καὶ δυναστάς, ὁ δὲ γενέαι καὶ μιμασί, καὶ ὁ μὲν ἐν τῷ παντὶ καὶ ὅλῳ, ὁ δὲ ἐπὶ γᾶς, καὶ ὁ μὲν ἀεὶ τὰ πάντα διοικεῖ τε καὶ ζῷει αὐτὸς ἐν αὐτῷ κεκταμίνος τὰν σοφίαν, ὁ δ’ ἐν χρόνῳ ἐπιστάμεν. Ἀριστα δὲ κα μιμεῖτο τοῦτον, εἰ μεγαλόφρονά τε καὶ πρᾶον a καὶ ὀλιγοδεέα παρασκευάζοι αὐτόν, πατρικὰν διάθεσιν ἐνδεικνύμενος τοῖς ὑφ’ αὐτῷ· διὰ τοῦτο γὰρ που μάλιστα καὶ νενομίζανται b τὸν πρᾶτον θεὸν πατέρα μέν θεῶν πατέρα δὲ ἀνθρώπων ἔμεν, ὅτι ἥπιος πρὸς πάντα τὰ ὑπ’ αὐτῷ γενόμενα ἐντὶ, καὶ ἐπιμελούμενος c τὰς προστασίας οὐδέποχα παύεται, οὐδὲ ἥρεσται τῷ ποιητὰς μόνον πάντων γεννᾶναι, ἀλλὰ καὶ τροφὲς διδάσκαλός τε τῶν καλῶν πάντων καὶ νομοθέτας πέφυκε πᾶσιν ἐπὶς. Τοιούτον δέμης ἔμεν d καὶ τὸν ἐπὶ γᾶς καὶ παρ’ ἀνθρώποις ἀγεμονὲν μέλλοντα βασιλέα· οὐδὲν δὲ ἀδυσίλευτον καλὸν οὐδὲ ἀναρχον· ἄνευ δὲ σοφίας καὶ ἐπιστάμας οὔτε μὲν βασιλέα οὔτε ἄρχοντα οἷόν τε ἔμεν· μιματὰς ἄρα καὶ ὑπαρέτας ἐσεῖται νόμιμος τῷ θεῷ ὁ σοφὸς τε καὶ βασιλεύς.