Ancient Greek
580.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 580.1
Unproofread scanNot analysed yet
9. Τὸς βουλευομένους κα. πράττοντας τι ἀπὸ θεῶν ἀρχεσθαι γρή· τὸ γὰρ ἄριστον, ὅσπερ ἡ παροιμία φατί, τὸν θεὸν ἦμεν αἴτιον πάντων τούτων. Ἐτι δὲ φαύλων πράξεων ἀπέχεσθαι καὶ μᾶλιστα διὰ τὰν πρὸς τὸν θεὸν ξυμβουλίαν· οὐδενὸς γὰρ ἀδίκου θεὸν κοινωνεῖν. βοηθεῖν δὲ ἕκαστον ἑαυτῷ καὶ ποτικελεύεσθαι κατ’ ἀξίαν τῶν δικαίων μεταλαμβάνεν καὶ πράσσειν· τὸ γὰρ ὑπὲρ μικρῶν καὶ μεγάλων ὁμοίως διατείνειναι ἄγαν μικροπρεπὲς δοκεῖ ἦμεν καὶ ἀνελεύθερον. Διὸ δεὶ φροντίζειν τῶ a μὴ σφόδρα ἐς τὰ ἥκιστα b καὶ τὰ μεγάλα ἐμπίπτειν· ἀλλὰ κατ’ ἀξίαν τὰν ἑαυτῷ καὶ δύναμιν c μετριόντα ἕκάστῳ πράγματι ἐπιβάλλειν, ὅπως τίμιος ἦς καὶ σεμνός.