Ancient Greek
591.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 591.3
Unproofread scanNot analysed yet
Ἀνδρὸς κατὰ τὰς αὐτὰς τέγνας νομίζω κατὰ βραχύ τε δύνασθαι καὶ διὰ μακρῶν διαλέγεσθαι καὶ ἀλάθειαν τῶν πραγμάτων ἐπίστασθαι, καὶ δικαζάσθαι ὁρθῶς, καὶ διαμαγορεῖν οὐν τ’ ἡμεν, καὶ λόγων τέγνας ἐπίστασθαι, καὶ περὶ φύσιος τῶν ἀπάντων, ὡς τε ἔχει καὶ ὡς ἐγίνετο, διδάσκειν. Καὶ πρῶτον μὲν ὁ περὶ φύσιος τῶν ἀπάντων εἰδώς, πῶς οὐ δυνασεῖται περὶ πάντων ὁρθῶς καὶ πράσσειν; ἐτι δὴ ὁ τὰς τέγνας τῶν λόγων εἰδὼς ἐπιστασεῖται καὶ περὶ πάντων ὁρθῶς λέγεν, καὶ περὶ ὧν ἐπίσταται, περὶ τούτων λέγεν. Δεὶ γὰρ τὸν μέλλοντα ὁρθῶς λέγεν, περὶ ὧν ἐπίσταται, περὶ τούτων λέγεν. Πάντων γὰρ ἐπιστασεῖται· πάντων μὲν γὰρ τῶν λόγων τὰς τέγνας ἐπίσταται, τοὶ δὲ λόγοι πάντες περὶ πάντων τῶν ὄντων ἔντι. Δεὶ δὲ ἐπίστασθαι