Ancient Greek
593.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 593.1
Unproofread scanNot analysed yet
ΑΡΧΥΤΟΥ ΤΟΥ ΤΑΡΑΝΤΙΝΟΥ ΑΠΟΣΠΑΣΜΑΤΙΑ. A. ΗΘΙΚΑ. α'. Ἐκ τοῦ περὶ ἀνδρὸς ἀγαθοῦ καὶ εὐδαίμονος. α'. Πρῶτον μὲν ὧν γρῆ τοῦτο γινώσκειν, ὅτι ὁ μὲν ἀγαθὸς ἀνὴρ οὐκ εὐθέως εὐδαίμων ἐξ ἀνάγκας ἐντί, ὁ δὲ εὐδαίμων καὶ ἀγαθὸς ἀνὴρ ἐντίν. Ὁ μὲν γὰρ εὐδαίμων ἐξ ἐπαινετοῦ καὶ μακαριστοῦ γίνεται, ὁ δ' ἀγαθὸς ἀνὴρ ἐξ ἐπαινετῶ μόνον. Γίνεται δὲ ὁ μὲν ἐπαινος ἐπ' ἀρετᾷ, ὁ δὲ μακαρισμὸς ἐπ' εὐτυχίᾳ· καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ ἐπὶ τοῖς παρ' ἀρετὰς ἁ ἀγαθοῖς γίνεται τοιοῦτος, ὁ δὲ εὐδαίμων καὶ ἐπὶ τοῖς διὰ τύχην· καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ ἀναφαίρετον ἔχει τὰν ἀρετάν, ὁ δ' εὐδαίμων ἐντίν ὧκ' ἀφαιρῆσεται τὰν εὐδαιμοσύναν. Τὰς μὲν γὰρ ἀρετὰς ἀνυπεύθυνος ἁ δύναμις, τὰς δ' εὐδαιμοσύνας εὐθυνομένα. Νόσοι τε γὰρ μακραὶ σώματος καὶ παρώσεις αἰσθηταρίων ἀπομαραίνοντι τὰν εὐθάλειαν τῆς εὐδαιμοσύνας.