Ancient Greek
594.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 594.1
Unproofread scanNot analysed yet
μᾶν δι' αὑταυτα, εἰῆ ἄν καὶ τρίτον τι εἶδος ἄτερων ἀγαθῶν, δ καὶ δι' αὑταυτον αἱρετὸν ἐντι καὶ δι' ἄτερον. Τίνα ὧν ἐντι τὰ τοιαῦτα τῶν ἀγαθῶν, ἄπερ αὐτὰ δι' αὑταυτα αἱρετὰ πέφυκεν ἡμεν, οὐ μὴν δι' ἄτερον; φανερὸν ὅτι ἄ εὐδαιμοσύνα. Ταύτας γὰρ ἕνεκα τὰ ἄλλα αἱρεόμεθα, αὐτὰν δὲ παύταν οὐδενὸς ἄτερον. Τίνα δὲ πάλιν ἐντι, ἄ δι' ἄτερον μὲν αἱρεόμεθα, οὐ μὴν δι' αὑταυτὰ γε; δῆλον ὅτι τὰ ὠφέλιμα καὶ τὰ παρεκτικὰ τῶν ἀγαθῶν, ἄπερ αἰτία γίνεται τῶν αἱρετῶν, ὅσον πόνου μὲν σώματος καὶ γυμνάσια καὶ τρίψεις εὐεκτίας, ἀναγνώσεις δὲ καὶ μελέται καὶ ἐπιτηδεύσεις καλῶν καὶ ἀρετῶν. Τίνα δὲ καὶ δι' αὑταυτα αἱρετὰ καὶ τὰ δι' ἄτερον; οἷον αἱ τε ἀρεταὶ καὶ αἱ ἕξεις αὐτῶν, καὶ αἱ προαιρέσεις, καὶ αἱ πράξεις, καὶ πᾶν τὸ ἐγόμενον τῆς τοῦ καλοῦ οὐσίας. Τὸ μὲν ὧν δι' αὑταυτο αἱρετόν, οὐ μὴν δι' ἄτερον, μονήρες ἀγαθὸν ἐντι καὶ ἐν· τὸ δὲ καὶ δι' αὐτὸ καὶ δι' ἄτερον, τριχῇ διδάσται. Τὸ μὲν γὰρ τι αὐτῶ περι ψυχῶν ἐντι, τὸ δὲ περὶ σῶμα, τὸ δὲ τι ἐκτὸς· περὶ ψυχὰν μὲν αἱ τὰς ψυχᾶς ἀρεταί, περὶ σῶμα δὲ αἱ τῷ σώματι, ἐκτὸς δὲ φίλοι, δόξα, τιμὴ, πλοῦτος. Παραπλησίως δὲ καὶ τὸ δι' ἄτερον αἱρετόν· τὸ μὲν γὰρ τι αὐτῷ τὰ ποιατικὰ τῶν τὰς ψυχᾶς ἀγαθῶν, περὶ σῶμα δὲ τὰ τῷ σώματος, ἐκτὸς δὲ τὰ αἰτία πλοῦτου καὶ δόξης καὶ τιμῆς καὶ φιλίας. Ὅτι δὲ τὴν ἀρετὰν ἡμεν συμβέβηκεν αὐτὰν δι' αὑταύταν αἱρετὰν, δῆλον καὶ ἐκ τῶνδε. Αἱ γὰρ τὰ κτταδεέστερα τὰ φύσει (λέγω δὴ τὰ σώματος ἀγαθὰ), αὐτὰ δι' αὑταυτα αἱρεόμεθα, κρέσσων δὲ