Ancient Greek
596.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 596.1
Unproofread scanNot analysed yet
τὰ διαστρέφοντα τὰς περὶ τῶν ἀρετῶν ἐπιφανείας, ὅν ἔν μὲν ἔντι τῶν ἐπιβουλεύοντων καὶ ποιπουμένων γένος· ἄτερα δὲ φυσικὰ πάθη παρακολουθοῦντα ἐνίοχα ποιοῦντι ἐναντίαν ἐπιπρέπειαν τὰς ἀλαθινὰς διαθέσεις, τινὰ δὲ καὶ δι’ ἕθος συνεκτεθραμμένα ἐκ παλαιῶν χρόνων, οὐχ ὀλίγα δὲ καὶ δι’ ἀλιχίας ἀδικτικὰς τε καὶ γεροντικὰς, καὶ δι’ εὐτυχίας ἢ καὶ ἀτυχίας, καὶ δι’ ἀτέρως παμυλαλέας τρόπους. Ὥστε οὐδέποκα δεὶ θαυμαίνειν, αἱ πάντ’ ἀνεστραμμένους ἐνίοχα κρίνεται, τὰς ἀλαθινὰς διαθέσεις μεταπιπτοῦσας, ὥσπερ καὶ τέκτονα τὸν ἄριστον ἡμεν δοχεόντα πολλὰ ἐν τοῖς ὑποκειμένοις ἔργοις δρέομες ἀμαρτάνοντα, καὶ στρατηγὸν καὶ κυβερνᾶντα καὶ γραφέα καὶ πάντας ἀπλῶς, καὶ ὅμως οὐχ ἀπὸστερέομες τὰς ἐπαρχούσας ἐξίους· οὕτως οὐδὲ τὸν ἀχολασταίνοντα ἐν τισὶ καιροῖς, οὐδὲ τὸν ἀδικήσαντα, οὐδὲ τὸν ἀποδειλιάσαντα ἐς τὸς κακῶς τακτέον ἄνδρας, οὐδὲ μὰν τὸς τούτων τι κατορθώσαντας ἐς τὸς ἀγαθούς, ἀλλὰ τοὺς τε φαύλους τὸ τυχεῖν ποτὲ δοτεῖν τοῖς τε ἀγαθοῖς τὸ διαμαρτάνειν. Τὰν δὲ ἀλαθινὰν κρίσιν οὐ ποθ’ ἔνα καιρὸν ἐπιλέποντας ποιητέων b, οὐδ’ ἐπὶ χρόνῳ τι πλῆθος, ἀλλ’ ἐπὶ πάντα τὸν βίον. Ὥσπερ δὲ τὸ σῶμα βλάπτει μὲν καὶ τὸ τὰς ἐνδείας καὶ τὸ τὰς ὑπερβολὰς εἶδος, οὐ μὰν ἀλλὰ νόσως ἐτι μέζονας ἐμποιὲν πέφυκεν ἄ ὑπερβολὰ καὶ τὰ χαλεόμενα περισσώματα· οὕτω καὶ ψυχὴν βλάπτει μὲν καὶ τὸ τὰς εὐτυχίας ἢ ἀτυχίας εἶδος ἀκαίρως παραγενόμενον, οὐ μὰν ἀλλὰ νόσως ἐτι μέζονας ποιεῖν πέφυκεν ἄ λεγομένα παρὰ πάντεσσιν εὐτυχία, ὥσπερ οἷνος καταμεθύσκοισα τοὺς ἀγαθοὺς τὰν διάνοιαν.