Ancient Greek
597.2 to 597.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 597.2-3
Unproofread scanNot analysed yet
Παραπλησίως δὲ καὶ γῆρας ἔχει ποτὶ νεότητα, καὶ ποιεῖ ἀ μὲν νεότητας ἐγγειρητικὸς ἄ, τὸ δὲ γῆρας προνοστικὸς καὶ μηδέποκα ἀσύλακτον ἦμεν πέφυκε διανοίας, ἀλλὰ καὶ τί πράσσει καὶ τί πέπραχεν ἐπισκοπεῖ, ἵνα τὰ μὲν μέλλοντα τοῖς παρεόντεσσι σταθμεύμενος ε, τὰ δ’ ἐνεσταχότα τοῖς παροργημένοις αὐτὸς αὐταυτον διορθοῦν δύνηται, ποτὶ μὲν τὸν παροργόμενον χρόνον ἄ τὰν μνήμαν ἐφαρμόζων, ποτὶ δὲ τὸν παρόντα τὰν αἴσθησιν, ποτὶ δὲ τὸν μέλλοντα τὰν πρόνοιαν. Ἔντι γὰρ ἀεὶ μνήμα μὲν ἄμὶν τῷ παρεληλυθότος χρόνου, πρόνοια δὲ τῷ μέλλοντος, αἴσθησις δὲ τῷ παρεόντος. Διὸ δὴ δεῖ τὸν ὁρθῶς καὶ καλῶς βιοτεύειν μέλλοντα μὴ μόνον αἰσθητικὸν καὶ μνημονευτικὸν ἀλλὰ καὶ προνοστικὸν ἦμεν.