Ancient Greek
599.7
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 599.7
Unproofread scanNot analysed yet
ιἑ. Νόμος ποτ᾽ ἀνθρώπω ψυχὰν τε καὶ βίον ὅπερ ἄρμονία ποτ᾽ ἀοχὰν τε καὶ φωνάν᾽ ὅ τε γὰρ νόμος παιδεύει μὲν τὰν ψυχὰν συνίστητι δὲ τὸν βίον, ἄ τε ἄρμονία ἐπιστάμενα μὲν ποιεῖ τὰν ἀοχὰν ὁμολογον δὲ τὰν φωνάν. Φημὶ δ᾽ ἐγὼ πᾶσαν κοινωνίαν ἐξ ἀργοντος καὶ ἀρχομένου συνεστάμεν, καὶ τρίτον νόμων. Νόμων δὲ δ μὲν ἐμψυχος, βασιλεύς᾽ δ δ᾽ ἀψυχος, γράμμα. Πρῶτος δὲν δ νόμος᾽ τοῦτο γὰρ δ βασιλεὺς νόμιμος, δ δ᾽ ἀρχὸν ἀκόλουθος, δ δ᾽ ἀρχόμενος ἐλεύθερος, ἄ δ᾽ ὅλα κοινωνία εὐδαίμων καὶ τοῦτο παραβάσει δ μὲν βασιλεὺς τύραννος, δ δὲ ἀρχὸν ἀνακόλουθος, δ δ᾽ ἀρχόμενος δοῦλος, ἄ δ᾽ ὅλα κοινωνία κακοδαίμων. Συνείρονται μὲν γὰρ ταὶ πράξεις ἐκ τῷ ἀρχὲν καὶ τῷ ἀρχεσθαι, καὶ τρίτον ἐκ τῷ κρατεῖν. Τὸ μὲν δὲν ἀρχεν τῷ χρησίμους οἴκῃν, τὸ δ᾽ ἀρχεσθαι τῷ γερόνους, τὸ δὲ κρατεῖν ἀμφοτέρων. Ἄρχει μὲν γὰρ τὸ λόγον ἔχον τὰς ψυχὰς, ἀρχεται δὲ τὸ ἄλογον κρατεῦντι δὲ τῶν παθῶν ἀμφοτέρα. Γίνεται γὰρ ἐκ τὰς ἐκατέρων συναρμογὰς ἀρετά, αὐτὰ δὲ καὶ ἀπὸ τῶν ἀδονῶν καὶ ἀπὸ τῶν λυπῶν ἐς ἀρεμίαν καὶ ἀπάθειαν ἀπάγει τὰν ψυχάν.