Ancient Greek
600.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 600.2
Unproofread scanNot analysed yet
ιζ’. Δεὶ δὴ τὸν νόμον τὸν κάρρον καὶ τὰν πόλιν ἐκ πασῶν σύνθετον ἡμεν τῶν ἀλλὰν πολιτειῶν, καὶ ἔγεν τι δημοκρατίας, ἔγεν τι ὀλιγαρχίας, ἔγεν τι βασιλῆς καὶ ἀριστοκρατίας. Ὦστερ καὶ ἐν τῇ Λακεδαίμονι· τοὶ μὲν γὰρ βασιλεὲς τὰς μοναρχίας, τοὶ δὲ γέροντες τὰς ἀριστοκρατίας, τοὶ δὲ ἔφοροι τὰς ὀλιγαρχίας, ἱππαγρέται δὲ καὶ χόροι τὰς δημοκρατίας. Δεὶ τοίνυν τὸν νόμον μὴ μόνον ἀγαθὸν καὶ καλὸν ἡμεν, ἀλλὰ καὶ ἀντιπεπονθέναι τοὶς αὐτὸ μερέεσιν· οὕτως γὰρ ἰσχυρὸς καὶ βέβαιος. Τὸ δὲ ἀντιπεπονθέναι λέγω αὐτῷ καὶ ἄρχεν καὶ ἄρχεσθαι τὰν αὐτὰν ἀρχὰν, ὥστερ καὶ ἐν τῇ εὐνωμοτάτῃ Λακεδαίμονι. Τοὶς μὲν γὰρ βασιλευσιν οἱ ἔφοροι ἀντικαθύνται, τούτοις δ’ οἱ γέροντες, μέσοι δ’ οἱ χόροι καὶ ἱππαγρέται. Ἐφ’ ὧ γὰρ ἂν βέψωντι τοὶ πλεονεκτοῦντες τῶν ἀρχόντων, οὕτοι τοὶς ἄλλοις ὑποτίθενται.