Ancient Greek
603.3 to 604.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 603.3-604.1
Unproofread scanNot analysed yet
η'. Γνῶμαι καὶ Ἀποφθέγματα τινὰ. α' Ἀρχύτας, ἀνὴρ Ταραντῖνος, τὰ Πυθαγόρου σοφός, ὑπὲρ παίδων ἀγωγῆς γράφων, ἔστω, φησίν, ὁ πατὴρ παράδειγμα ἀρετᾶς τοῖς παισίν. β'. Ἀρχύτας ἔλεγεν· Ὡσπερ ἔργον ἐντὶ εὐρέν ἰγὺν ἀχανᾶν μὴ ἔχοντα, οὕτω καὶ ἀνθρώπων μὴ κεκτημένου τι δολερὸν καὶ ἀχανθῶδες. γ'. Ἀρχύτας ἔφη, ταυτὸν εἶναι διττητήν καὶ βωμόν, ἐπ' ἄμφω γὰρ τὸν ἀδικοῦμενον καταφεύγειν. δ'. Σπίνδαρος διήγειτο πολλάκις περὶ Ἀρχύτου Ταραντίνου, ὅτι διὰ χρόνου τινὸς εἰς ἄγρόν ἀφικόμενος, ἐκ στρατείας νεωστὶ παραγεγονώς, ἦν ἐστρατεύσατο ε'. Ἀρχύτας ὁ Ταραντῖνος, πολιτικός τε καὶ φιλόσοφος ἀνὴρ γενόμενος, πολλοὺς ἔχων οἰκέτας, τοῖς αὐτῶν παιδίοις πᾶν σφόδρα ἐτέρπετο, μετὰ τῶν οἰκοτριβῶν παίδων· μάλιστα δὲ ἐφίλει τέρπεσθαι αὐτοῖς ἐν τοῖς συμποσίοις. B. ΦΥΣΙΚΑ ΚΑΙ ΜΑΘΗΜΑΤΙΚΑ. α'. Ἐκ τοῦ περὶ τῆς μαθηματικῆς. I. Λέγει δὲ (Ἀρχύτας ὁ Πυθαγόρειος) ἐν τῷ περὶ μαθηματικῆς εὐθὺς ἐναργόμενος τοῦ λόγου τάδε: