Ancient Greek
605.8
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 605.8
Unproofread scanNot analysed yet
γ'. Ἔκ τοῦ περὶ νοῦ καὶ αἰσθήσεως. νὸς τῶν τιμιωτάτων ἐντὶ χριτάς, ἄ δ᾽ αἴσθησις τῶν χρησιμωτάτων. Ἄ μὲν γὰρ αἴσθησις τῷ σώματος ἐνεχεν συνέστακε καὶ τὰς ἐς τοῦτο λειτουργίας, ὁ δὲ νὸς καὶ τὰς ἐς ταῦτα πολυπραχθοῦσιν. Καὶ ὁ μὲν νὸς ἐντὶ ἀρχὰ τὰς ἐπιστάμας, ἄ δ᾽ αἴσθησις τὰς δόξας· ἄ μὲν γὰρ ἔχει τὰν ἐκ τῶν αἰσθητῶν ἐνέργειαν, ὁ δὲ τὰν ἐκ τῶν νοατῶν. Τυγχάνοντι δὲ τὰ μὲν αἰσθητὰ τῶν πραγμάτων κινάσιος μεταλαμβανόντα κοινὰ ὄντα, τὰ δὲ νοατὰ στάσιος καὶ ἰδιώτατος. Παραπλασίως δὲ καὶ ἄ αἴσθησις καὶ ὁ νὸς ἔχοντι. Ἄ μὲν γὰρ αἴσθησις τῷ αἰσθητῷ, τὸ δ᾽ αἰσθητὸν καὶ κινεῖται καὶ μεταβάλλει καὶ οὐδέποτε ἐν ταυτῷ ἄτρεμεῖ· διὸ καὶ μῆττον καὶ βέλτιον καὶ χειρόν γίνεται δρῶν· ὁ δὲ νὸς τῷ νοατῷ, τὸ δὲ νοατὸν ἀκίνητον ἐξ οὐσίας· διὸ οὔτε μᾶλλον, οὔτε ἥττον, οὔτε βέλτιον, οὔτε χειρόν ἐντὶ νοεῖν τὸ νοατόν. Καὶ καθάπερ νὸς τὸ πρᾶτον βλέπει καὶ τὸ παραδείγνυμι, οὕτως ἄ αἰσθησὶς τὰν εἰκόνα καὶ τὸ δεύτερον. Ὅ μὲν γὰρ νὸς οὐκ ἀνθρώπον ἀπλῶς, ἄ δ᾽ αἴσθησις ἀπλῶς τὰν τῷ ἄλλω σφαίραν ἢ τὰς χειροτεχνῶν ἐργασίας βλέπει ἑ. Ἔτι μὲν νὸς ἀμερής καὶ ἀδιαίρετος, καθάπερ μονάς καὶ στιγμή· παραπλασίως δὲ καὶ τὸ νοατόν. Τὸ γὰρ εἰδὸς οὔτε πέρας σώματος ἐντὶ οὔτε ὄρος, ἀλλὰ μόνον τύπωσις τῷ ὄντος, ἥ ὄν ἐντὶ, ἄ δ᾽ αἴσθησις μεριστὰ καὶ διαιρετὰ. Τῶν γὰρ ὄντων ἐντὶ τὰ μὲν αἰσθητὰ, τὰ δὲ δοξαστά, τὰ δὲ ἐπιστάτα, τὰ δὲ νοατά. Καὶ τὰ μὲν σώματα, ὧν ἐντὶ τις ἀντιτυπία, αἰσθητὰ· δοξαστὰ