Ancient Greek
607.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 607.3
Unproofread scanNot analysed yet
δ’. Ἐκ τοῦ περὶ ἀρχῶν. IV. Ἀνάγκα καὶ δύο ἀρχὰς ἦμεν τῶν ὄντων, μίαν μὲν, τὰν συστοιχείαν ἐχούσαν τῶν τεταγμένων καὶ ὁριστῶν, ἑτέραν δὲ τὰν συστοιχείαν ἐχούσαν τῶν ἀτάκτων καὶ ἀορίστων. Καὶ τὰν μὲν ῥητὰν καὶ λόγον ἐχούσαν καὶ τὰ ὄντα ὁμοίως συνέχεν, καὶ τὰ μὴ ὄντα ὁρίζειν καὶ συντάσσειν ᵃ. Πλατιάζουσαν γὰρ ἀεὶ τοῖς γινομένοις εὐλόγους καὶ εὐρύθμους ἀνάγεν ταῦτα, καὶ τὸ καλ’ ὅλῳ ὁσίαι τε καὶ εἴδεος μεταδιδόμεν. Τὰν δ’ ἀλογον καὶ ἀρρήτον καὶ τὰ συντεταγμένα λυμαίνεσθαι, καὶ τὰ ἐς γένεσιν τε καὶ ὁσίαν παραγιγνόμενα διαλύεν· πλατιάζουσαν γὰρ ἀεὶ τοῖς πράγμασιν ἐξομοιοῦν αὐταυτα ᵇ. Ἀλλ’ ἐπείπερ ἀρχαὶ δύο κατὰ γένος ἀντιδιαχρούμεναι τῶν πραγμάτων ἑ τυχάνοντι, τῷ τὰν μὲν ἦμεν ἀγαθοποιόν, τὰν δ’ ἦμεν κακοποιόν, ἀνάγκα καὶ δύο λόγους ἦμεν, τὸν μὲν ἕνα τὰς ἀγαθοποιῷ φύσιος, τὸν δ’ ἕνα τὰς κακοποιῷ. Διὰ τοῦτο καὶ τὰ