Ancient Greek
608.9
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 608.9
Unproofread scanNot analysed yet
τὰν πρᾶταν τῇ δυνάμὶ e καὶ καθυπερτάταν ἦμεν τὰν πὸθεν κινεῖται. g γαμετρικοὶς δεινύμενα παραλαμβά- μαστεύεται ὁ λόγος, ποτὶ τὸ νοατὸν ποτιβάλλει, ὅκα δὲ περὶ αἰσθητῶν, ποτὶ τὸ αἰσθητόν. Καὶ δι’ αὐτὸ ψευδογραφία ἐν γαμετρίᾳ κατὰ σχήματα καὶ ἀριθμοὺς ἐμφαίνονται, αἰτιολογία δὲ καὶ εἰκτολογία ἐν φυσιολογίᾳ καὶ πολιτικῇ κατὰ γένεσιν καὶ πράξεις. Τὸ μὲν γὰρ ὅτι ἐν διπλῷν λόγῳ ἀρμονία τυγχάνει, ποτὶ τὸ νοατὸν ποτιβάλλον ὁ λόγος γινώσκει· τὸ δ’ ὅτι συμφωνεῖ ὁ διπλὸς λόγος, διὰ τὰς αἰσθήσεις ἐπιμαρτυρεῖται. Καὶ τῶν μαχανικῶν δὲ τοὶ λόγοι ποτὰ νοατὰ ποτιβάλλονται σχήματα καὶ ἀριθμοὺς καὶ ἀναλογίας, τὰ δὲ ἀποτελέσματα ποτὶ τὰ αἰσθητά· μεθ’ ὧλας γὰρ ταῦτα θεωρεῖται καὶ κινάσεις. Καθόλου δὲ ἀμάχανον γνῶμεν τὸ διὰ τί ἐν ἑκάστῳ, μὴ προειδὼτας τὸ τί ἐντι ἑκάστον. Κρίνεται δὲ τὸ μὲν τί ἐντι ἑκάστον τῶν ὄντων τῷ νόμῳ· τὸ δὲ διὰ τίa ἐντι, ἢ ὅτι οὕτως ἔχει, λόγῳ καὶ αἰσθήσειb: λόγῳ μὲν, ὅκα δεῖξιν τις παρανωμεν διὰ συλλογισμοῦ, ὑπάρχοντος ἐξ ἀνάγκας, αἰσθήσει δὲ, ὅκα ἐπιμαρτυρούμεθα τὸν λόγον διὰ τὰς αἰσθήσεις.