Ancient Greek
610.6
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 610.6
Unproofread scanNot analysed yet
σώματι ὀγκωσιν, ἁ δὲ ἐγκράτεια καὶ τὸ ὀλιγοσιτήν καὶ ὑποσπασμόν τινα. Τὸ δὲ αὐτὸ μένει καὶ ὑποκείμενον, οἷον οἱ ἄνθρωποι ὡσαύτως παῖδες ὄντες εἰς ἄνδρὸς ἀλικίαν ἐλάξαντες, οἱ αὐτοὶ κατ’ οὐσίαν μένοντες τῇ ποσόταντι διαφέροντες, καὶ νῦν μὲν λευκόν, νῦν δὲ μέλαν τὸ αὐτὸ ὁρᾶται διαλλάττον τῇ ποσότητι, τὰν δὲ οὐσίαν οὐκ ἀμείβει· καὶ νῦν μὲν φίλος ὁ αὐτός, νῦν δ’ ἐχθρός, διαφέρων τῇ σχέσει καὶ τῷ πρὸς τι λεγομένῳ, καὶ κατὰ τὴν οὐσίαν οὐ διαφέρει· καὶ νῦν μὲν ἐν ταῖς Θήβαις, νῦν δὲ ἐν Ἀθήναις, ὅπερ τὸ τοῦ λόγου ὧν ἐτεροῦσιον οὐκ ἐργάζεται. Καὶ κατὰ τὴν οὐσίαν καὶ πέρυσι καὶ νῦν ὁ αὐτὸς διαμένει μὴ ἀλλοιοῦμενος. Ἔστι τε τοῦ πότε λόγου. Καὶ ἀνάκειται καὶ καθῆται ὁ αὐτός. Πάλιν τοῦ κείσθαι καὶ ὁπλεῖσθαι καὶ ἀνόπλου ὁ αὐτός. Ἔτι δὲ τοῦ ἔχειν. Καὶ τύπτων τις καὶ τέμνων ὁ αὐτὸς μένει τὰς οὐσίας μὴ ἐξιστάμενος· ἐστὶ δὲ τοῦ ποιεῖν.