Ancient Greek
612.4
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 612.4
Unproofread scanNot analysed yet
ε’. Τοῦ πρὸς τι δὲ ἴδιον τὸ συνάγειν τὰ ἀντικειμένα· πατὸς γὰρ ὄντος ἐστὶ καὶ υἱός, καὶ δεσπότου ὄντος ἐστὶ καὶ δοῦλος. Καὶ λέγεται τοῦ δὲ ποῦ περιοχά, τοῦ δὲ πότε τὸ μὴ διαμένειν, τοῦ δὲ ποιεῖν ἢ ἐνέργεια, τοῦ δὲ πάσχειν τὸ πάθος, τοῦ δὲ κεῖσθαι ἢ ἐπίθεσις, τοῦ ἔχειν δὲ ἢ περίθεσις. Προτρεῦει τὰ ἐκ τῆς οὐσίας καὶ τῆς ποσότητος τῶν ἐκ τῆς οὐσίας καὶ τῆς ποσότητος, τὰ δὲ ἐκ τῆς οὐσίας πάλιν καὶ τῆς ποσότητος τῶν ἐκ τῆς οὐσίας καὶ τῶν πρὸς τι. Πάλιν τὸ ποῦ προτρεῦει τοῦ πότε, ὅτι τὸ μὲν ποῦ τοπικὸν ἐστι, ὁ δὲ τόπος διαμονὴν ἔχει, τὸ δὲ πότε χρονικὸν ἐστιν, ὁ δὲ χρόνος οὐκ ἔχει διαμονὴν ἀεικινάτος ὤν. Τὸ δὲ ἀρμενεῖν προτρεῦει τῆς κινάσιος ὴ. Τὸ δὲ ποιεῖν πάλιν τοῦ πάσχειν προτέτακται, ὅτι τὸ ἐνεργεῖν τοῦ πάσχειν ἐστὶ προηγούμενον· τὸ δὲ κεῖσθαι προηγέεται τοῦ ἔχειν.