Ancient Greek
612.8
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 612.8
Unproofread scanNot analysed yet
ΤΗΣ ΠΟΣΟΤΗΤΟΣ ΛΟΓΟΣ Β. ζ’. Τὸ δὲ ποσὸν ἄ εἰς ἐπτὰ διαιρεῖται, εἰς γραμμάν, ἐπιφάνειαν, σῶμα, τόπον, χρόνον, ἀριθμὸν καὶ λόγον. Καὶ τὸ μὲν ἐντὶ αὐτῆς τῆς ποσότητος συνεχὲς ἢ, τὸ δὲ διωρισμένον· καὶ συνεχὲς τὰ πέντε, τοῦ δὲ διωρισμένου τὰ δύο, ὁ ἀριθμὸς καὶ ὁ λόγος. Ἔτι τῆς ποσώτητος τὸ μὲν ἐκ θέσιν ἔχόντων πρὸς ἄλλαλα τῶν ἑαυτοῖς μορίων συνέστακεν, οἷον ἢ γραμμά, ἢ ἐπιφάνεια, τὸ σῶμα, καὶ ὁ τόπος, τὸ δὲ ἐξ οὐκ ἔχόντων θέσιν, ὡς ὁ ἀριθμός, καὶ ὁ λόγος, καὶ ὁ χρόνος· εἰ γὰρ καὶ τοῦ συνεχὲς ἐντὶ ὁ χρόνος, ὁμως θέσιν οὐκ ἔχει, ὅτι μὴ διαμένον· τὸ δὲ οὐ διαμένον πῶς ἂν ἔχοι θέσιν; Ἀπὸ δὲ τοῦ ποσοῦ καὶ αἱ τέσσαρες τῶν ἐπιστημῶν ἐξευρέθησαν· τὸ γὰρ συνεχὲς ποσόν, ἢ ἀκινάταν, καὶ ποιεῖ τὴν γεωμετρίαν, ἢ κινάτον καὶ ποιεῖ τὰν ἀστρονομίαν· τὸ δὲ διωρισμένον ἢ ἀκινάτον ἐντὶ καὶ ποιεῖ τὰν ἀριθμητικάν, ἢ κινάτον καὶ ποιεῖ τὰν μουσικάν.