Ancient Greek · ~4 min
Dfhg-Source dfhg2_HIERONYMUS_CARDIANUS
HIERONYMUS CARDIANUS, Fragmenta 6
Not analysed yet
Λυσίμαχος δὲ καὶ ἐς πόλεμον πρὸς Πύρρον κατέστη τὸν Αἰακίδου, φυλάξας δὲ ἐξ Ἠπείρου ἀπιόντα (οἷα δὴ τὰ πολλὰ ἐκεῖνος ἐπλανᾶτο), τήν τε ἄλλην ἐλεηλάτησεν Ἤπειρον, καὶ ἐπὶ τὰς θήκας ἦλθε τῶν βασιλέων. Τὰ δὲ ἐντεῦθεν ἐμοί ἐστιν οὐ πιστά. Ἱερώνυμος δὲ ἔγραψε Καρδιανὸς Λυσίμαχον τὰς θήκας τῶν νεκρῶν ἀνελόντα τὰ ὀστᾶ ἐκρῖψαι. Ὁ δὲ Ἱερώνυμος οὗτος ἔχει μὲν καὶ ἄλλως δόξαν πρὸς ἀπέχθειαν γράψαι τῶν βασιλέων, πλὴν Ἀντιγόνου, τούτῳ δὲ οὐ δικαίως χαρίζεσθαι· τὰ δὲ ἐπὶ τοῖς τάφοις τῶν Ἠπειρωτῶν, παντάπασίν ἐστι φανερὸς πρὸς ἐπήρειαν συνθεὶς, ἄνδρα Μακεδόνα θήκας νεκρῶν ἀνελεῖν. Χωρὶς δὲ ἠπίστατο δήπου καὶ Λυσίμαχος, οὐ Πύρρου σφᾶς προγόνους μόνον, ἀλλὰ καὶ Ἀλεξάνδρου τοὺς αὐτοὺς τούτους ὄντας· καὶ γὰρ Ἀλέξανδρος Ἠπειρώτης ἦν καὶ τῶν Αἰακιδῶν τὰ πρὸ(??)μητρός· ἡ δὲ ὕστερον. Πύρρου πρὸς Λυσίμαχον συμμαχία δηλοῖ, καὶ προσπολεμήσασιν ἀδιάλλακτόν γε οὐδὲν πρὸς ἀλλήλους γενέσθαι σφίσι· τῷ δὲ Ἱερωνύμῳ τάχα μέν που καὶ ἄλλα ἦν ἐς Λυσίμαχον ἐγκλήματα, μέγιστον δὲ, ὅτι τὴν Καρδιανῶν πόλιν ἀνελὼν Λυσιμαχίαν ἀντ ̓ αὐτῆς ᾤκισεν ἐπὶ τῷ Ἰσθμῷ τῆς Θρᾳκίας Χερρονήσου.