Ancient Greek · ~1 min
Play Ana, lines Fragment tit-1
Hipparchus Comic., Fragmenta Fragment tit-1
Not analysed yet
ΑΝΑΣΩΖΟΜΕΝΟΙ.
Προσέχεις τι τούτῳ τῷ στρατιώτῃ; ποῦ δ' ἔχει
ἀργύριον οὗτος; οὐδαμόθεν, εὖ οἶδ' ἐγώ,
ἀλλ' ἢ δαπίδιον ἓν ἀγαπητὸν ποικίλον,
Πέρσας ἔχον καὶ γρῦπας ἐξώλεις τινάς
τῶν Περσικῶν. Β. ἐς κόρακας, ὦ μαστιγία.
Α. καὶ κόνδυ καὶ ψυκτῆρα καὶ κυμβίον.