Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 1-18
Not analysed yet
Πάλιν δὲ τοῦ μὲν Καρκίνου δύνοντος συγκατα- δύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας ζ΄ καὶ κ΄ μέσης ἕως Καρκίνου κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιζ΄ ἕως Σκορπίου ιβ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς 〈νοτίοις〉 ποσὶ τοῦ Καρκίνου ἐκφανὴς καὶ ἐπʼ εὐθείας κείμενος τοῖς πρὸς δύσιν [τοῖς νοτιωτέροις] τῶν περὶ τὸ Νεφέλιον τὸ ἐν τῷ Καρκίνῳ, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ τοῦ Καρκίνου. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων 〈ἐν μὲν τῇ ἀρχῇ〉 τοῦ τε Βοώτου ὁ δεξιὸς πούς, καὶ τῶν Χηλῶν ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ λαμπρός· ἔσχατον δὲ μεσου- ρανοῦσι τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῷ δεξιῷ βραχίονι, τρίτος ὢν ἀπὸ τοῦ δεξιοῦ ὤμου, καὶ τοῦ Σκορπίου ὁ τρίτος καὶ ὁ τέταρτος καὶ ὁ πέμπτος σφόνδυλος τῶν μετὰ τὸ στῆθος. Δύνει δὲ ὁ Καρκίνος ἐν ὥρᾳ μιᾷ καὶ τρισὶ πεμπτη- μορίοις.