Ancient Greek
1 to 2
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 1-3-2
Not analysed yet
Ὅτι μὲν οὖν Εὐδόξῳ ἐπακολουθήσας ὁ Ἄρατος συντέταχε τὰ Φαινόμενα, ἱκανῶς οἶμαι δεικνύναι διὰ τῶν προειρημένων. ἐν οἷς δὲ διαπίπτουσιν οὗτοί τε καὶ οἱ συνεπιγραφόμενοι αὐτοῖς, ὧν ἐστι καὶ ὁ Ἄτταλος, νῦν ὑποδείξομεν. ἐκθησόμεθα δὲ εὐθέως καὶ ἐν οἷς ἰδίᾳ ἕκαστος αὐτῶν διαμαρτάνει. Προδιαληπτέον δὲ, διότι Ἄτταλος πᾶσι σχεδὸν τοῖς ὑπὸ τοῦ Ἀράτου λεγομένοις περὶ τῶν οὐρανίων συνεπι- γράφεται ὡς συμφώνως τοῖς φαινομένοις ὑπʼ αὐτοῦ λεγομένοις, πλὴν ἐφʼ ἑνὸς καὶ θατέρου, ἃ δὴ καὶ