Ancient Greek · ~2 min
11 to 12
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 11-2-12
Not analysed yet
Παραπέμψαντες 〈οὖν〉 τοῦτο τὸ ἀγνόημα τὴν ὅλην αὐτῶν σύνταξιν ἐπεσκεψάμεθα πρὸς τὸν ἐν τῇ Ἑλλάδι ὁρίζοντα. οὐδὲ γὰρ φιλαλήθους, ἀλλὰ κενοσπούδου, τὸ κατὰ πάντα μαχόμενον τῇ διεψευσμένῃ ὑποθέσει ἐπιλαμβάνεσθαι αὐτῶν, κἂν τύχῃ συμφώνως λεγόμενα τοῖς ἐν τῇ Ἑλλάδι φαινομένοις. ὑποκείσθω δὲ ἡμῖν ὁρίζων πρὸς τὴν ἐπίσκεψιν ὁ ἐν Ἀθήναις, οὗ ἐστιν ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδʹ καὶ τριῶν πεμπτη- μορίων, τὸ δὲ ἔξαρμα τοῦ πόλου περὶ μοίρας λζʹ.