Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 12-4
Not analysed yet
Ἐν δὲ τοῖς ἐξῆς ἀγνοεῖ ὁ Ἄρατος, λέγων περὶ τοῦ Περσέως· ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι Πληϊάδες φορέονται. πολὺ γὰρ ἀπέχει τὸ ἀριστερὸν γόνυ τοῦ Περσέως ἀπὸ τῶν Πλειάδων. ὁ δὲ Ἄτταλός φησι μὴ δεῖν δέχεσθαι τὸ „ἄγχι“ ἀντὶ τοῦ „ἐγγύς“, ἀλλʼ ἀντὶ τοῦ „ἐγγυτάτω“· „βούλεται γὰρ λέγειν“, φησίν, „ἐγγυτάτω τῶν Πλει- „άδων κεῖσθαι τὸ ἀριστερὸν γόνυ παρὰ τοὺς λοιποὺς