Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. VII.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 12-5
Not analysed yet
ἀνατέλλει [τοῦ] Ὑδροχόου μοῖρα ιζ΄. ὅταν ἄρα ἡ κεφαλὴ τῆς Μικρᾶς Ἄρκτου μεσουρανῇ, 〈ἢ〉 ὅπερ ἐστὶ ταὐτόν, „ὕψι μάλα τροχάει· ,τότε οὐχ ὁ Σκορπίος ἄρχεται ἀνατέλλειν, ἀλλὰ τοῦ Ὑδροχόου πλεῖον ἢ τὸ ἥμισυ ἀνατέταλκε μέρος, ὁ δὲ Σκορπίος ἤδη ὅλος 〈προηγεῖται τοῦ μεσημβρινοῦ〉. ὡς μὲν οὖν οὐ „μετρίως εἴρηται τοῦτο τῷ Ἀράτῳ, ὡς ὁ Ἄτταλός φησιν, ἀλλὰ πλείοσιν ἢ τρισὶ ζῳδίοις διαφωνεῖ πρὸς τὸ φαινόμενον, φανερὸν ἐκ τῶν εἰρημένων.