Ancient Greek · ~2 min
13 to 14
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 13-2-14
Not analysed yet
Δράκοντος κεφαλῆς. πάλιν δὲ περὶ τῆς ἀνατολῆς τοῦ Ἐνγόνασι λέγων φησί· μόνην δʼ ἐπὶ Χηλαὶ ἄγουσι δεξιτερὴν κνήμην αὐτῆς ἐπιγουνίδος ἄχρις αἰεὶ γνύξ αἰεὶ δὲ Λύρῃ παραπεπτηῶτος. ἀλλʼ ἡ πρὸς τῇ δύσει κνήμη ἐστὶν ἡ προανατέλλουσα, καὶ οὐκ ἔστιν αὕτη ἐπὶ τῆς κεφαλῆς τοῦ Δράκοντος. δῆλον οὖν ὅτι ἐκείνην ἀριστερὰν λέγει. συμφωνῶν δὲ τούτοις καὶ ἐπὶ τῆς ἀνατολῆς τοῦ Λέοντός φησιν· αὐτὰρ ὅ γε γνὺξ ἥμενος ἄλλα μὲν ἤδη, ἀτὰρ γόνυ καὶ πόδα λαιὸν οὔπω κυμαίνοντος ὑποστρέφει Ὠκεανοῖο. φανερὸν οὖν ἐκ πάντων γίνεται, διότι τὸ ἀριστερὸν σκέλος φησὶ καθήκειν ἐπὶ τὴν τοῦ Δράκοντος κεφαλήν.