Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 14-2
Not analysed yet
Ψευδῶς δὲ λέγεται ὑπὸ τοῦ Ἀράτου καὶ τὸ τὰς Πλειάδας ἓξ μόνον ἀστέρας περιέχειν· ἑπτὰ (γάρ φησιν) ἐκεῖναι ἐπιρρήδην καλέονται, ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι. λανθάνει δὲ αὐτόν· τῷ γὰρ ἀτενίσαντι ἐν αἰθρίῳ καὶ ἀσελήνῳ νυκτὶ φαίνονται ἀστέρες ἑπτὰ ἐν αὐτῇ περιεχό- μενοι. ὅθεν καὶ διαπορήσειεν ἄν τις, πῶς ὁ Ἄτταλος ἐξηγούμενος τὰ περὶ τὰς Πλειάδας παρέπεμψε καὶ τοῦτο τὸ διάπτωμα ὡς εὖ εἰρηκότος αὐτοῦ.