Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. X.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 14-4
Not analysed yet
νομίζομεν κατηκολουθηκέναι τὸν Ἄρατον. τοῦ μέντοι γε Ὀφιούχου τὴν κεφαλήν, καὶ οὐχὶ τοὺς ὤμους, φησὶν Εὔδοξος ἐπὶ τοῦ τροπικοῦ κεῖσθαι, ὅπερ ἐστὶ μὲν καὶ αὐτὸ ψεῦδος· συνεγγίζει μέντοι τῷ τροπικῷ ἡ κεφαλὴ μᾶλλον ἢ οἱ ὦμοι· νοτιωτέρα γάρ ἐστι τοῦ θερινοῦ τρο- πικοῦ μοίραις ὡς ἔγγιστα ζʹ. τοῦ δὲ Ὄρνιθος ὁ Εὔδοξός φησι τὸν αὐχένα καὶ τὴν ἀριστερὰν πτέρυγα κεῖσθαι ἐπὶ τοῦ τροπικοῦ, τῆς δὲ Ἀνδρομέδας τὴν δεξιὰν χεῖρα.