Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. VIII.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 15-4
Not analysed yet
νοτίου πόλου. ὁμοίως δὲ καὶ ὁ Ἄτταλος, ὡς ἂν συν- αποφαινόμενος αὐτῷ, ἀγνοεῖ. ἐξηγούμενος γὰρ τὴν διάνοιαν τῶν εἰρημένων στίχων λέγει οὕτως· ,,περὶ δὲ τοῦ Θυμιατηρίου ποιούμενος τὸν λόγον φησὶν ,,αὐτὸ κεῖσθαι πρὸς τὸν ἀφανῆ πόλον οὕτως ἔχον, ὡς ,,ἀστὴρ ὁ καλούμενος Ἀρκτοῦρος πρὸς τὸν φανερὸν „κεῖται πόλον. διό φησι τοῦ Θυμιατηρίου τὴν ὑπὲρ „γῆς φορὰν βραχεῖαν εἶναι, τοῦ δὲ Ἀρκτούρου πολλήν. “