Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. XI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 15-6
Not analysed yet
αὐτὸν ὑπὸ τοῦ προειρημένου κύκλου. ὁμοίως δὲ καὶ ὁ Ὄρνις ὅλος πρὸς ἀνατολὰς κεῖται τοῦ εἰρημένου κύκλου· ὁ γὰρ ἡγούμενος ἐν αὐτῷ καὶ ἐπʼ ἄκρου τοῦ ῥύγχους ἐπέχει 〈τοῦ Αἰγόκερω〉 μοίρας α΄ Ϟ″· τῶν δὲ ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι ὁ μάλιστα πρὸς δύσιν κείμενος ἐπέχει τοῦ Αἰγόκερω πλεῖον ἢ μοίρας Ϛ΄ Ϟ″· οὐκ ἄρα δυνατὸν οὔτε τὸν αὐχένα τοῦ Ὄρνιθος οὔτε τὴν δεξιὰν πτέρυγα αὐτοῦ ἐπὶ τοῦ εἰρημένου κύκλου