Ancient Greek · ~1 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Pars prior. Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 17
Not analysed yet
Χωρὶς δὲ τούτων καὶ ἡ διαίρεσις τῶν ἄστρων φανερὸν ποιεῖ τὸ προκείμενον. καὶ γὰρ Εὔδοξος ὡς καὶ ὁ Ἄρατος πρῶτον ἀναγράφει τὰ βορειότερα ἄστρα τοῦ ζῳδιακοῦ, ἔπειθʼ οὕτως τὰ νοτιώτερα. καὶ τὰς συν- ανατολάς τε καὶ συγκαταδύσεις τοῖς δώδεκα ζῳδίοις τῶν ἄλλων ἄστρων ὁμοίως τέταχεν ὁ Ἄρατος τῷ Εὐδόξῳ.