Ancient Greek · ~5 min
17 to 21
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 17-10-21
Not analysed yet
Τὸ δὲ πέμπτον ὡριαῖον διάστημα περὶ μέσους τοὺς Ἰχθύας ἀφορίζει τῆς Κασσιεπείας ὁ ἐν μέσῳ τῷ σώματι καὶ τρίτος ἀπὸ τῆς κεφαλῆς ἀριθμούμενος. Τὸ δὲ ἕκτον ὡριαῖον διάστημα ἀφορίζει ἐπʼ αὐτοῦ ἔγγιστα τοῦ διὰ τῶν ἰσημερινῶν σημείων καὶ 〈διὰ〉 τῶν πόλων γραφομένου κύκλου [οὐκέτι] ὁ ἐπὶ τῆς κορυφῆς κείμενος 〈τοῦ Τριγώνου〉 τοῦ ὑπὲρ τὸν Κριὸν κειμένου, ὅ τε ἡγούμενος τῶν ἐν τῇ κεφαλῇ τοῦ Κριοῦ τριῶν λαμπρῶν, ὡς κ΄ μέρος ὥρας ὑπολειπόμενος τοῦ κύκλου. Τῶν δὲ μεταξὺ τοῦ 〈ἐαρινοῦ〉 ἰσημερινοῦ καὶ τοῦ θερινοῦ 〈τροπικοῦ〉 σημείου ἓξ ὡριαίων διαστημάτων τὸ μὲν πρῶτον 〈ὡριαῖον〉 διάστημα 〈ἐπὶ τοῦ περὶ μέσον τὸν Κριὸν κύκλου〉 ἀφορίζει ὁ λαμπρότατος τῶν ἐν τῷ γοργονίῳ, ὃ ἔχει ὁ Περσεὺς ἐν τῇ ἀριστερᾷ χειρί. Τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Ταύρου τοῦ Περσέως τῶν περὶ τὸ δεξιὸν γόνυ πέντε ἀστέρων ὁ ἑπόμενος τῶν ἐπʼ εὐθείας τριῶν. Τὸ δὲ τρίτον ὡριαῖον διάστημα ἀφορίζει περὶ μέσον τὸν Ταῦρον τῶν ἐν τῇ δορᾷ, ἣν ἔχει ὁ Ὠρίων ἐν τῇ ἀριστερᾷ χειρί, ὁ τέταρτος καὶ ὁ ἕβδομος, καὶ τοῦ Ταύρου ὁ ἐν μέσοις τοῖς κέρασιν ἐκφανής, ἰσό- πλευρον ἔγγιστα τρίγωνον ποιῶν μετὰ τῶν ἐν ἄκροις τοῖς κέρασι λαμπρῶν.