Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. VIII.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 17-4
Not analysed yet
ἀστὴρ ἀπὸ τοῦ νοτίου πόλου ἀπέχει μοίρας μῶ. πολλῷ οὖν πλέον ἀπέχει ὁ Ἀρκτοῦρος τοῦ Θυμιατηρίου· καὶ οὐ μόνον γε τοῦ Θυμιατηρίου πλεῖον ἀπέχει, ἀλλὰ καὶ αὐτοῦ τοῦ Σκορπίου, ὑφʼ ᾧ κεῖται τὸ Θυμιατήριον, χωρὶς τῶν ἐν τῷ στήθει καὶ τῷ μετώπῳ αὐτοῦ κει- μένων ἀστέρων καὶ ἔτι ἑνός, τοῦ πρώτου μετὰ τὸ στῆθος σφονδύλου· ὁ μὲν γὰρ δεύτερος μετὰ τὸ στῆθος σφόνδυλος ἀπέχει ἀπὸ τοῦ νοτίου πόλου μοίρας νθ΄, ὅσας καὶ ὁ Ἀρκτοῦρος ἀπὸ τοῦ βορείου πόλου· οἱ δὲ λοιποὶ ἔλασσον τούτου ἀπέχουσι, καὶ ὁ νοτιώτατος αὐτῶν ἀπέχει μοίρας νβʹ γʹʹ.