Ancient Greek
18 to 19
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 18-5-19
Not analysed yet
Ἡ μὲν οὖν ἀριστερὰ χεὶρ τοῦ Ἀρκτοφύλακος ὑπο- λείπεται τοῦ εἰρημένου κύκλου ὡς ἥμισυ μέρος ζῳδίου καὶ οὐκ ἐπʼ αὐτοῦ φέρεται τοῦ διὰ τῶν ἰσημερινῶν σημείων κύκλου, ὡς Εὔδοξός φησιν· ὁ γὰρ ἡγούμενος τῶν ἐν αὐτῇ ἐπέχει Χηλῶν πλεῖον ἢ μοίρας ιγ΄. ἀγνοεῖ δὲ καὶ μέσον αὐτοῦ τὸ σῶμα κατὰ μῆκος ὑπὸ τοῦ εἰρημένου κύκλου τέμνεσθαι λέγων· ὁ μὲν γὰρ ἐπὶ τῆς κεφαλῆς ἀστὴρ ἐπέχει Χηλῶν περὶ μοίρας ιϚ΄ καὶ δίμοιρον, ὁ δὲ ἐν τῷ δεξιῷ ποδὶ ἐπέχει Χηλῶν περὶ μοίρας κδ΄ Ϟ″ δ″, ὁ δὲ ἐν τῇ ζώνῃ λαμπρὸς