Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 1b
Not analysed yet
Τοῦ Βοώτου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας Ϛ΄ ἕως Αἰγόκερω μοίρας ιθ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας β΄ καὶ κ΄ ἕως Κριοῦ δ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτατος τῶν ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατος δὲ ὁ βορειότατος τῶν ἐν τῷ κολλορόβῳ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀπλανῶν πρῶτος μὲν τοῦ Ὄρνιθος ὁ ἐν μέσῃ τῇ οὐρᾷ λαμπρός, καὶ τοῦ Αἰγόκερω ὁ ἡγούμενος τῶν ἀπὸ νότου παρακειμένων τοῖς ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ τοῦ Περσέως ὁ ἐν τῇ ἅρπῃ νεφελοειδής, καὶ τοῦ Κριοῦ ὁ ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν, καὶ ὁ Σύνδεσμος τῶν λίνων. Δύνει δὲ ὁ Βοώτης ἐν ὥραις ἰσημεριναῖς τέσσαρσι καὶ δυσὶ μέρεσιν ὥρας.