Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. III.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 1b-3
Not analysed yet
Τοῦ μὲν οὖν Καρκίνου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Διδύμων γ΄ καὶ κ΄ μοίρας ἕως Καρκίνου ιη΄· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων ε΄ ἕως Κριοῦ α΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν ὁ ἐν τῇ κεφαλῇ τῆς Ἀνδρομέδας λαμπρός, ἔσχατος δὲ τοῦ τε Κριοῦ τῶν ἐν τῇ κεφαλῇ τριῶν λαμπρῶν ὁ ἡγούμενος, καὶ ὁ πρὸς μεσημβρίαν κείμενος τοῦ Κήτους κατὰ μέσον αὐτοῦ τὸ σῶμα ἀκατονόμαστος καὶ λαμπρός, καὶ τῶν ἐν τῷ τετραπλεύρῳ τοῦ Κήτους ὁ νοτιώτερος τῶν ἑπομένων, καὶ τῆς Ἀνδρομέδας ὁ ἀριστερὸς πούς, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Καρκίνος ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ μέρεσιν ὥρας.